Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.136 Joseph. AJ 10.141 (English) >>Joseph. AJ 10.146

10.139ὠνείδιζε δὲ καὶ ἀχαριστίαν παρʼ αὐτοῦ μὲν λαβόντι τὴν βασιλείαν, Ἰωακείμου γὰρ αὐτὴν οὖσαν ἀφελόμενον ἐκείνῳ δοῦναι, χρησαμένῳ δὲ τῇ δυνάμει κατὰ τοῦ παρασχόντος· “ἀλλὰ μέγας, εἶπεν, θεός, ὃς μισήσας σου τὸν τρόπον ὑποχείριον ἡμῖν ἔθηκε.” 10.140χρησάμενος δὲ τούτοις πρὸς Σαχχίαν τοῖς λόγοις τοὺς υἱοὺς ἐκέλευσεν ἀνελεῖν καὶ τοὺς φίλους παραχρῆμα αὐτοῦ τε Σαχχίου καὶ τῶν ἄλλων αἰχμαλώτων βλεπόντων, ἔπειτα τοὺς ὀφθαλμοὺς ἐκκόψας τοῦ Σαχχίου δήσας ἤγαγεν εἰς Βαβυλῶνα. 10.141καὶ ταῦτʼ αὐτῷ συνέβη, Ἱερεμίας τε καὶ Ἰεζεκίηλος προεφήτευσαν αὐτῷ, ὅτι συλληφθεὶς ἀχθήσεται πρὸς τὸν Βαβυλώνιον καὶ λαλήσει αὐτῷ κατὰ στόμα καὶ ὄψεται τοῖς ὀφθαλμοῖς τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ ταῦτα μὲν Ἱερεμίας εἶπε, τυφλωθεὶς δὲ καὶ ἀχθεὶς εἰς Βαβυλῶνα ταύτην οὐκ εἶδε καθὼς Ἰεζεκίηλος προεῖπε. 10.142

Ταῦτα μὲν οὖν ἱκανῶς ἐμφανίσαι δυνάμενα τὴν τοῦ θεοῦ φύσιν τοῖς ἀγνοοῦσιν εἰρήκαμεν, ὅτι ποικίλη τέ ἐστι καὶ πολύτροπος καὶ καθʼ ὥραν ἀπαντᾷ τεταγμένως, τε δεῖ γενέσθαι προλέγει, τήν τε τῶν ἀνθρώπων ἄγνοιαν καὶ ἀπιστίαν, ὑφʼ ἧς οὐδὲν προϊδεῖν εἰάθησαν τῶν ἀποβησομένων, ἀφύλακτοι δὲ ταῖς συμφοραῖς παρεδόθησαν, ὡς ἀμήχανον αὐτοῖς εἶναι τὴν ἐξ αὐτῶν πεῖραν διαφυγεῖν. 10.143

Οἱ μὲν οὖν ἐκ τοῦ Δαυίδου γένους βασιλεύσαντες οὕτως κατέστρεψαν τὸν βίον, εἴκοσι μὲν καὶ εἷς γενόμενοι μέχρι τοῦ τελευταίου βασιλέως, ἔτη δὲ πάντες βασιλεύσαντες πεντακόσια καὶ δεκατέσσαρα καὶ μῆνας ἓξ καὶ ἡμέρας δέκα, ἐξ ὧν εἴκοσι τὴν ἀρχὴν κατέσχεν πρῶτος αὐτῶν βασιλεὺς Σαοῦλος οὐκ ἐκ τῆς αὐτῆς φυλῆς ὑπάρχων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.136 Joseph. AJ 10.141 (English) >>Joseph. AJ 10.146

Powered by PhiloLogic